Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.30 Joseph. AJ 4.35 (English) >>Joseph. AJ 4.39

4.33καὶ σὺ δέ, Κορῆ, παραχώρησον τὴν κρίσιν τῷ θεῷ καὶ τὴν ἐπὶ τούτοις αὐτοῦ μένε ψηφοφορίαν, ἀλλὰ μὴ σαυτὸν ποίει τοῦ θεοῦ κρείττονα, παραγίνου δὲ κριθησόμενος οὕτως περὶ τοῦ γέρως. ἀνεμέσητον δʼ οἶμαι καὶ Ἀαρῶνα προσδέξασθαι συγκριθησόμενον, γένους μὲν ὄντα τοῦ αὐτοῦ μηδὲν δὲ μεμφθῆναι τοῖς παρὰ τὴν ἱερωσύνην πεπραγμένοις δυνάμενον. 4.34θυμιάσετε οὖν συνελθόντες ἐν φανερῷ παντὶ τῷ λαῷ, καὶ θυμιωμένων ὑμῶν οὗπερ ἂν τὴν θυσίαν ἡδίω κρίνῃ θεός, οὗτος ὑμῖν ἱερεὺς κεχειροτονήσεται, τῆς ἐπὶ τἀδελφῷ διαβολῆς ὡς κεχαρισμένου τὴν τιμὴν αὐτῷ ῥυόμενος.” 4.35

Ταῦτα Μωυσέος εἰπόντος παύεται καὶ τῆς ταραχῆς τὸ πλῆθος καὶ τῆς εἰς Μωυσῆν ὑποψίας, ἐπένευσαν δὲ τοῖς εἰρημένοις· καὶ γὰρ ἦν καὶ ἐδόκει χρηστὰ τῷ λαῷ. τότε μὲν οὖν διαλύουσι τὸν σύλλογον, τῇ δʼ ἐπιούσῃ συνῆλθον εἰς τὴν ἐκκλησίαν παρατευξόμενοι τῇ θυσίᾳ καὶ τῇ διʼ αὐτῆς κρίσει τῶν περὶ τῆς ἱερωσύνης ἀγωνιζομένων. 4.36συνέβαινε δʼ εἶναι θορυβώδη τὴν ἐκκλησίαν μετεώρου τοῦ πλήθους ὄντος ἐπʼ ἐλπίδι τῶν ἐσομένων, καὶ τῶν μὲν εἰς ἡδονὴν λαμβανόντων, εἰ Μωυσῆς ἐλεγχθείη κακουργῶν, τῶν δὲ φρονίμων, εἰ πραγμάτων ἀπαλλαγείησαν καὶ ταραχῆς· ἐδεδίεσαν γάρ, μὴ τῆς στάσεως προϊούσης ἀφανισθῇ μᾶλλον αὐτοῖς κόσμος τῆς καταστάσεως.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.30 Joseph. AJ 4.35 (English) >>Joseph. AJ 4.39

Powered by PhiloLogic